Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.95.2 | Hdt. 2.96.3 (English) | >>Hdt. 2.97.2 |
2.96.1
τὰ δὲ δὴ πλοῖά σφι , τοῖσι φορτηγέουσι , ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα , τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ , τὸ δὲ δάκρυον κόμμι ἐστί . ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε ·
2.96.2 περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα · ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται , ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν · νομεῦσι δὲ οὐδὲν χρέωνται · ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ .
2.96.3 πηδάλιον δὲ ἓν ποιεῦνται , καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται . ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται , ἱστίοισι δὲ βυβλίνοισι . ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν , ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ , ἐκ γῆς δὲ παρέλκεται , κατὰ ῥόον δὲ κομίζεται ὧδε ·
2.96.4 ἔστι ἐκ μυρίκης πεποιημένη θύρη , κατερραμμένη ῥιπὶ καλάμων , καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν · τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι , τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε .
2.96.5 ἡ μὲν δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι ), ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον . ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά , καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.95.2 | Hdt. 2.96.3 (English) | >>Hdt. 2.97.2 |